19.76ῥᾳστώνην τε αὐτοῖς ἔσεσθαι πολλῶν μυριάδων ἀνθρώπων εἰς ὀλίγον χωρίον καθειργνυμένων ὥστε εἰσιόντι τὴν ἐπιχείρησιν ποιήσασθαι δυνάμεως τοῖς ὑπασπισταῖς, εἰ καί τινες προθυμοῖντο, μὴ παρατευξομένης αὐτῷ βοηθεῖν.
19.77
Εἴχετο δὲ Χαιρέας, καὶ τῶν θεωριῶν ἐπελθουσῶν τῇ πρώτῃ δεδογμένον ἅπτεσθαι τῆς πράξεως ἰσχυρότερον ἦν τοῦ κατʼ ἐκείνους προβεβουλευκότος τὸ τῆς τύχης συγχωροῦν ὑπερβολάς, καὶ τὰς τρεῖς ὑπερβαλλομένου ταῖς νομίμοις ἡμέραις μόλις κατὰ τὴν τελευταίαν αὐτοῖς ἐπράχθη τὸ ἔργον.
19.78Χαιρέας δὲ συγκαλέσας τοὺς συνωμότας “πολὺς μέν, εἶπεν, καὶ ὁ παρεληλυθὼς χρόνος ὀνειδίσαι τὸ ἐπιμέλλον ἡμῶν ἐπὶ τοῖς οὕτω βουλευθεῖσιν μετʼ ἀρετῆς, δεινὸν δέ, εἰ καὶ μηνύματος γενομένου διαπεσεῖται ἡ πρᾶξις καὶ Γάιος ὑβριεῖ μειζόνως.
19.79ἢ οὐχ ὁρῶμεν, ὡς τῆς ἐλευθερίας ἀφαιροῦμεν ὁπόσας τῶν ἡμερῶν προσθήκην τῇ Γαΐου τυραννίδι χαριζόμεθα, δέον αὐτούς τʼ ἀδεεῖς τὸ λοιπὸν εἶναι καὶ τοῖς ἄλλοις αἰτίαν τοῦ εὐδαίμονος παρασχόντας διʼ αἰῶνος τοῦ ἅπαντος τοῖς αὖθις ἐν θαύματι μεγάλῳ
19.80καὶ τιμῇ καταστῆναι;” τῶν δὲ οὔτε ἀντειπεῖν ὡς οὐ πάνυ καλοῖς δυναμένων οὔτε τὴν πρᾶξιν ἄντικρυς δεχομένων σιγῇ δὲ καταπεπληγότων “τί, φησίν, ὦ γενναῖοι, διαμέλλομεν; ἢ οὐχ ὁρᾶτε τὴν σήμερον τῶν θεωριῶν ἡμέραν ὑστάτην οὖσαν καὶ Γάιον ἐκπλευσούμενον;” >